Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 12.147 Joseph. AJ 12.153 (English) >>Joseph. AJ 12.159

12.151ὅταν δʼ αὐτοὺς ἀγάγῃς εἰς τοὺς προειρημένους τόπους, εἴς τʼ οἰκοδομίας οἰκιῶν αὐτοῖς δώσεις τόπον ἑκάστῳ καὶ χώραν εἰς γεωργίαν καὶ φυτείαν ἀμπέλων, καὶ ἀτελεῖς τῶν ἐκ τῆς γῆς καρπῶν ἀνήσεις ἐπὶ ἔτη δέκα. 12.152μετρείσθωσαν δὲ καὶ ἄχρις ἂν τοὺς παρὰ τῆς γῆς καρποὺς λαμβάνωσιν σῖτον εἰς τὰς τῶν θεραπόντων διατροφάς· διδόσθω δὲ καὶ τοῖς εἰς τὰς χρείας ὑπηρετοῦσιν τὸ αὔταρκες, ἵνα τῆς παρʼ ἡμῶν τυγχάνοντες φιλανθρωπίας προθυμοτέρους παρέχωσιν αὑτοὺς περὶ τὰ ἡμέτερα. 12.153πρόνοιαν δὲ ποιοῦ καὶ τοῦ ἔθνους κατὰ τὸ δυνατόν, ὅπως ὑπὸ μηδενὸς ἐνοχλῆται.” περὶ μὲν οὖν τῆς Ἀντιόχου φιλίας τοῦ μεγάλου πρὸς Ἰουδαίους ταῦτα ἡμῖν ἀποχρώντως εἰρήσθω μαρτύρια. 12.154

Μετὰ δὲ ταῦτα φιλίαν καὶ σπονδὰς πρὸς Πτολεμαῖον Ἀντίοχος ἐποιήσατο καὶ δίδωσιν αὐτῷ τὴν θυγατέρα Κλεοπάτραν πρὸς γάμον παραχωρήσας αὐτῷ τῆς κοίλης Συρίας καὶ Σαμαρείας καὶ Ἰουδαίας καὶ Φοινίκης φερνῆς ὀνόματι. 12.155καὶ διαιρεθέντων εἰς ἀμφοτέρους τοὺς βασιλέας τῶν φόρων τὰς ἰδίας ἕκαστοι τῶν ἐπισήμων ὠνοῦντο πατρίδας φορολογεῖν καὶ συναθροίζοντες τὸ προστεταγμένον κεφάλαιον τοῖς βασιλεῦσιν ἐτέλουν. 12.156ἐν τούτῳ τῷ χρόνῳ Σαμαρεῖς εὖ πράσσοντες πολλὰ τοὺς Ἰουδαίους ἐκάκωσαν τήν τε χώραν αὐτῶν τεμόντες καὶ σώματα διαρπάσαντες· ἐγένετο δὲ ταῦτα ἐπὶ ἀρχιερέως Ὀνίου.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 12.147 Joseph. AJ 12.153 (English) >>Joseph. AJ 12.159

Powered by PhiloLogic